Γράφει ο Τίτος Χριστοδούλου:
Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες βόσκονται κατ᾽ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.Τίτυρ᾽, ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,καὶ ποτὶ τὰν κράναν ἄγε, Τίτυρε, καὶ τὸν ἐνόρχαν,[5] τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψῃ.
Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρον παρκύπτοισα καλεῖς, τὸν ἐρωτύλον; Ἦ ῥά με μισεῖς;Ἦ ῥά γε τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,νύμφα, καὶ προγένειος; Ἀπάγξασθαί με ποησεῖς.[10] Ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλονὦ μ᾽ ἐκέλευ καθελεῖν τυ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.
Θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος. Αἴθε γενοίμανἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν,τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ᾇ τυ πυκάσδῃ.[15] Νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λέαιναςμαζὸν ἐθήλαζεν, δρυμῷ τε νιν ἔτραφε μάτηρ,ὅς με κατασμύχων καὶ ἐς ὀστέον ἄχρις ἰάπτει.
Ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίπος, ὦ κυάνοφρυνύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὡς τυ φιλήσω.[20]Ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις.
Τὸν στέφανον τῖλαί με καὶ αὐτίκα λεπτὰ ποησεῖς,τόν τοι ἐγών, Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσω,ἀμπλέξας καλύκεσσι καὶ εὐόδμησι σελίνοις.
Ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; Οὐχ ὑπακούεις.[25] Τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·καἴ κα δὴ ᾽ποθάνω, — τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
Ἔγνων πρᾶν, ὅκα μοι, μεμναμένῳ εἰ φιλέεις με,οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,[30]ἀλλ᾽ αὔτως ἁπαλὸν ποτὶ πάχεϊ ἐξεμαράνθη.
Εἶπε καὶ ἁ γραία τἀλαθέα κοσκινόμαντις,ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκ᾽ ἐγὼ μέντὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
Ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,[35] τάν με καὶ ἁ Μέρμνωνος Ἐριθακὶς ἁ μελανόχρωςαἰτεῖ· καὶ δώσω οἱ, ἐπεί τύ μοι ἐνδιαθρύπτῃ.
Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ᾽ ἰδησῶαὐτάν; ᾈσεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς·καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
[40] Ἱππομένης, ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ᾽ Ἀταλάνταὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.
Τὰν ἀγέλαν χὡ μάντις ἀπ᾽ Ὄθρυος ἆγε Μελάμπουςἐς Πύλον· ἃ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,[45] μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.
Τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύωνοὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
Ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων[50] Ἐνδυμίων· ζαλῶ δε, φίλα γύναι, Ἰασίωνα,ὃς τόσσων ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε, βέβαλοι.
Ἀλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. Οὐκέτ᾽ ἀείδω,κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὦδε μ᾽ ἔδονται.Ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου
Ένα ιστολόγιο προβληματισμού και διαλόγου...!!!